
Κυριακή Η΄ Λουκά, 15.11.2026 -
Ἀπόστολος (Ἐφεσ. β΄ 14-22)
Αδελφοί, Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν πατέρα. Ἂρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι.
Μετάφραση
Αδελφοί, ὁ Χριστός πραγματικά εἶναι γιά μᾶς ἡ εἰρήνη. Αὐτός ἔκανε τούς δύο ἀντιμαχόμενους κόσμους ἕνα λαό καί γκρέμισε μέ τό σταυρικό του θάνατο ὅ,τι σάν τεῖχος τούς χώριζε καί προκαλοῦσε ἔχθρα μεταξύ τους. Κατήργησε δηλαδή τόν ἰουδαϊκό νόμο τῶν ἐντολῶν καί τῶν διατάξεων, γιά νά δημιουργήσει μέ τό ἔργο του ἀπό τά δύο ἐχθρικά μέρη, ἀπό τούς Ἰουδαίους καί τούς ἐθνικούς, μία νέα ἀνθρωπότητα, φέρνοντας τήν εἰρήνη. Κι ἀφοῦ θανάτωσε μέ τό σταυρό του τήν ἔχθρα, ἕνωσε τούς δύο πρώην ἐχθρούς σέ ἕνα σῶμα καί τούς συμφιλίωσε μέ τό Θεό. Ἔτσι, ὁ Χριστός ἦρθε κι ἔφερε τό χαρμόσυνο μήνυμα τῆς εἰρήνης σ΄ ἐσᾶς τούς ἐθνικούς, πού ἤσασταν μακριά ἀπό τό Θεό, καί σ΄ ἐσᾶς τούς Ἰουδαίους, πού ἤσασταν κοντά του. Πραγματικά διά τοῦ Χριστοῦ μποροῦμε μ΄ ἕνα πνεῦμα καί οἱ δύο, ἐθνικοί καί Ἰουδαῖοι, νά πλησιάσουμε τόν Πατέρα. Δέν εἶστε, λοιπόν, πιά ξένοι καί χωρίς δικαιώματα, ἀλλά ἀνήκετε στό λαό τοῦ Θεοῦ, στήν οἰκογένεια τοῦ Θεοῦ. Προστεθήκατε κι ἐσεῖς στό οἰκοδόμημα πού ἔχει θεμέλιο τούς ἀποστόλους καί τούς προφῆτες κι ἀκρογωνιαῖο λίθο αὐτόν τόν ἴδιο τό Χριστό. Μ΄ αὐτόν ὁλόκληρο τό οἰκοδόμημα δένεται καί μεγαλώνει, ὥστε νά γίνει ναός ἅγιος γιά τόν Κύριο. Ὁ Κύριος οἰκοδομεῖ κι ἐσᾶς μαζί μέ τούς ἄλλους, γιά νά γίνετε πνευματική κατοικία τοῦ Θεοῦ.
Εὐαγγέλιο (Λουκ. ι΄ 25-37)
Τῷ καιρῷ ἐκείνῳ, νομικός τις προσῆλθε τῷ Ἰησοῦ, πειράζων αυτόν και λέγων· Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ εἶπε πρὸς αὐτόν· Ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις; ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν· εἶπε δὲ αὐτῷ· Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ. ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν· Καὶ τίς ἐστί μου πλησίον; ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν· Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ τυγχάνοντα. κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. ὁμοίως δὲ καὶ Λευῒτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ’ αὐτὸν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ· καὶ ἐπὶ τὴν αὔριον ἐξελθὼν, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ καὶ εἶπεν αὐτῷ· ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ,τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; ὁ δὲ εἶπεν· Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ. εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς· Πορεύου καὶ σὺ ποίει ὁμοίως.
Μετάφραση
Ἕνας νομικὸς ἐσηκώθηκε μὲ τὸν σκοπὸν νὰ τὸν πειράξῃ καὶ τοῦ εἶπε, «Διδάσκαλε, τί νὰ κάνω διὰ νὰ κληρονομήσω ζωὴν αἰώνιον;». Αὐτὸς δὲ τοῦ εἶπε, «Εἰς τὸν νόμον τί εἶναι γραμμένον; Τί διαβάζεις;». Ἐκεῖνος ἀπεκρίθη, «Νὰ ἀγαπήσῃς Κύριον τὸν Θεόν σου μὲ ὅλην τὴν καρδιά σου καὶ μὲ ὅλην τὴν ψυχήν σου καὶ μὲ ὅλην τὴν δύναμίν σου καὶ μὲ ὅλην τὴν διάνοιάν σου καὶ τὸν πλησίον σου ὅπως τὸν ἑαυτόν σου». «Ὀρθὰ ἀποκρίθηκες», εἶπε ὁ Ἰησοῦς, «κάνε αὐτὸ καὶ θὰ ζήσῃς». Ἐκεῖνος ὅμως ἤθελε νὰ δικαιώσῃ τὸν ἑαυτόν του καὶ εἶπε εἰς ταὸν Ἰησοῦν, «Καὶ ποιὸς εἶναι ὁ πλησίον μου;». Ὁ Ἰησοῦς ἀπήντησε, «Κάποιος κατέβαινε ἀπὸ τὴν Ἱερουσαλὴμ εἰς τὴν Ἱεριχὼ καὶ ἔπεσε σὲ ληστὰς, οἱ ὁποῖοι ἀφοῦ τὸν ἔγδυσαν καὶ τὸν ἐτραυμάτισαν, ἔφυγαν καὶ τὸν ἄφησαν μισοπεθαμένον. Κατὰ σύμπτωσιν ἕνας ἱερεὺς κατέβαινε εἰς τὸν δρόμον ἐκεῖνον ἀλλ’ ὅταν τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος. Ὁμοίως καὶ ἕνας Λευΐτης, ὅταν ἔφθασε εἰς τὸν τόπον καὶ τὸν εἶδε, ἐπέρασε ἀπὸ τὸ ἀπέναντι μέρος. Ἕνας ὅμως Σαμαρείτης, ἐνῷ ἐβάδιζε, ἔφθασε κοντά του καὶ ὅταν τὸν εἶδε, τὸν σπλαγχνίσθηκε. Τὸν ἐπλησίασε, ἔδεσε τὰ τραύματά του, ἀφοῦ τὰ ἄλειψε μὲ λάδι καὶ κρασί, τὸν ἀνέβασε εἰς τὸ δικό του ζῶον καὶ τὸν ἔφερε εἰς ἕνα ξενοδοχεῖο καὶ τὸν περιποιήθηκε. Ὅταν ἔφυγε, τὴν ἑπομένην ἡμέραν, ἔβγαλε δύο δηνάρια καὶ τὰ ἔδωκε εἰς τὸν ξενοδόχον καὶ τοῦ εἶπε, «Περιποιήσου τον καὶ ὅ,τι δήποτε δαπανήσῃς ἐπὶ πλέον, ἐγὼ θὰ σοῦ τὸ ἀποδώσω ὅταν ἐπιστρέψω». Ἀπὸ τοὺς τρεῖς αὐτοὺς ποιὸς σοῦ φαίνεται ὅτι ἔγινε πλησίον εἰς ἐκεῖνον ποὺ ἔπεσε εἰς τοὺς ληστάς;». Ἐκεῖνος δὲ εἶπε, «Αὐτὸς ποὺ τοῦ ἔδειξε τὴν εὐσπλαγχνίαν». Καὶ ὁ Ἰησοῦς τοῦ εἶπε, «Πήγαινε καὶ κάνε καὶ σὺ τὸ ἴδιο».








